Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- θνητὸς ἀνὴρ νίκησε, καὶ οὐ βροτέην φύγγες αἰχμήν·
- ἀλλὰ Διὸς Κρονίδαο κασιγνήτη δάμαρ Ἥρη
- οὐρανόθεν κεκόρυστο συναιχμάζουσα Λυκούργῳ,
- Ἥρη καὶ μενέχαρμος Ἄρης καὶ χάλκεος αἰθήρ,
- τέτρατος ἦν Λυκόοργος ὁ τηλίκος· ὑψιμέδων δὲ
- πολλάκι σὸς γενέτης πρόμος αἰθέρος εἴκαθεν Ἥρῃ.
- σοὶ πλέον ἔσσεται εὖχος, ὅταν μακάρων τις ἐνίψῃ,
- ὅττι Διὸς μεγάλοιο δάμαρ καὶ σύγγονος Ἥρη
- χεῖρας ἑὰς θώρηξεν ἀθωρήκτῳ Διονύσῳ.
- τοῖα παρηγορέων Βρομίῳ μυθήσατο Νηρεύς.
- καὶ χαροποῖς ῥοθίοισι καλυπτομένου Διονύσου
- ἀσχαλόων Λυκόοργος ἐς ὕδατα· ῥῆξεν ἰωήν·
- αἴθε πατήρ με δίδαξε μετὰ κλόνον ἔργα θαλάσσης,
- ὥς κεν ἀεθλεύσαιμι καὶ ἰχθυβόλων ἐς ἀγῶνα
- ἀγρεύσας Διόνυσον, ὑποβρυχίων δ ἀπὸ κόλπων
- Λυδὸν ἐμὸν θεράποντα τὸ δεύτερον εἰς χθόνα σύρω.
- ἀλλʼ, ἐπεὶ οὐ μάθον ἔργα θαλασσοπόρων ἁλιήων
- καὶ βυθίης οὐκ οἶδα δολορραφέος δόλον ἄγρης,
- Λευκοθέης ἔχε δῶμα βαθύρροον, εἰσόκε πόντου
- καὶ σὲ καὶ ὃν καλέουσι μεταστήσω Μελικέρτην,