Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μέλος εὐφροσύνης ἐπιδόρπιον ἴαχε σύριγξ,
  2. καί φίλιον σύριγμα συνωρίδες ἔβρεμον αὐλῶν
  3. χερσὶ δὲ δινεύουσα φιλύια ῥόπτρα Λυαίου
  4. Βασσαρὶς ἐσκίρτησε παρὰ προπύλαια Λυκούργου.
  5. καὶ θρασὺς ὡς ἤκουσεν ἄναξ ἀλάλαγμα χορείης,
  6. αὐλοῦ μελπομένοιο μέλος Βερεκυντίδος ἠχοῦς
  7. καὶ καναχὴν σύριγγος, ἀρασσομένης δὲ καὶ αὐτῆς
  8. μαίνετο παπταίνων διδυμόκτυπα κύκλα βοείης·
  9. καὶ θεὸν ἀμπελόεντα παρὰ προθύροισι δοκεύων,
  10. σαρδόνιον γελόων, φιλοκέρτομον ἴαχε φωνήν,
  11. Βασσαρίδων ἐλατῆρι χέων ἄσπονδον ἀπειλήν·
  12. ἡμετέρων ὁράᾳς ἀναθήματα ταῦτα μελάθρων;
  13. καὶ σύ, φίλος, κόσμησον ἐμὸν δόμον ἢ σέο θύρσοις
  14. ἢ ποσὶν ἢ παλάμῃσιν ἢ αἱματόεντι καρήνῳ.
  15. εἰ κεραοῖς Σατύροισι, κερασφόρε Βάκχε, κελεύεις,
  16. ὑμέας ἶσα βόεσσιν ἐμῷ βουπλῆγι δαμάσσω.
  17. τοῦτό σοι ἐξ ἐμέθεν ξεινήιον, ὄφρά τις εἴπῃ,
  18. ἢ θεὸς ἢ μερόπων τις, ὅτι προπύλαια Λυκούργου
  19. ἡμιτόμοις μελέεσσιν ἐμιτρώθη Διονύσου.
  20. οὐ παρὰ Βοιωτοῖσιν ἀνάσσομεν, οὐ τάδε Θῆβαι,