Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βασσαρίδας κεμάδεσσιν ἀπειρομόθοισιν ἐίσκων,
  2. καὶ πλέον ἔλλαβε θάρσος, ἀναΐξασα δὲ δαίμων
  3. νεύμασιν Ἡραίοισι προάγγελος ἦλθε Λυαίῳ,
  4. ταρσὰ ποδῶν πτερόεντι περισφίγξασα πεδίλῳ,
  5. ῥάβδον ἐλαφρίζουσα, καὶ ὡς Διὸς ἄγγελος Ἑρμῆς
  6. Βάκχῳ χαλκοχίτωνι δολοπλόκον ἴαχε φωνήν·
  7. γνωτέ, περισσονόοιο Διὸς τέκος, ἔκτοθι χάρμης
  8. ὄργια σεῖο κόμιζε φιλοξείνῳ Λυκοόργῳ.
  9. λεῖπε μόθον, μὴ κτεῖνε φίλους, μὴ φεῦγε γαλήνην,
  10. ἵλαθι μειλιχίοισι· τίς ἤπιον ἄνδρα δαμάσσει;
  11. μηδὲ τεοῖς ἱκέτῃσιν ἀναστήσειας Ἐνυώ·
  12. μὴ τεὸν ἀστερόεντι δέμας θώρηκι καλύψῃς·
  13. μὴ κεφαλὴν σφίγξειας ἀερσιλόφῳ τρυφαλείῃ·
  14. μὴ τρίχα μιτρώσειας ἐχιδνήεντι κορύμβῳ·
  15. ἀλλὰ λιπὼν σέο θύρσα μιαιφόνα, καὶ κέρας οἴνου
  16. ἔμπλεον ἡδυπότοιο καὶ ἠθάδα ῥάβδον ἀείρων,
  17. εὔια δῶρα τίταινε φιλοσταφύλῳ Λυκοόργῳ·
  18. ἄρτι δέμας κόσμησον ἀναιμάκτῳ σέο πέπλῳ,
  19. ἄρτι μέολς πλέξωμεν ἀθωρήκτοιο χορείης,
  20. καὶ στρατὸς ἠρεμέων μενέτω παρὰ δάσκιον ὕλην,