Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ
  2. χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.
  3. ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
  4. Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
  5. οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
  6. ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ
  7. ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,
  8. τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
  9. σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·
  10. Γηγενέος τόδε σῆμα Τυφωέος, ὅν ποτε πέτροις
  11. αἰθέρα μαστίζοντα κατέφλεγεν αἰθέριον πῦρ.
  12. ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν Ἀρούρης.
  13. καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
  14. λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,
  15. ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος
  16. Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην,
  17. μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.
  18. γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα
  19. ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης
  20. κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,