Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αὐτομάτῳ σφήκωσεν ὁμόπλοκα δάκτυλα δεσμῷ
- κοιλαίνων παλάμας πολυχανδέας, ᾗσιν ἀείρων
- μεσσόθι χειμερίων ποταμῶν ὀρεσίδρομον ὕδωρ,
- χερσὶ βαθυνομέναις μεμερισμένα χεύματα πέμπων,
- ἀστεροπῇ προέηκε· χαραδραίῳ δὲ ῥεέθρῳ
- βαλλομένη σελάγιζε διʼ ὕδατος αἰθερίη φλὸξ
- λαβροτέρῳ σπινθῆρι, καὶ ἔζεσε δίψιον ὕδωρ
- αἰθαλόεν, διερὴ δὲ δύσις τερσαίνετο μύδρῳ·
- σβέσσαι γὰρ μενέαινε Γίγας θρασὺς αἰθέριον πῦρ,
- νήπιος· οὐδʼ ἐνόησε, πυραυγέες ὅττι κεραυνοὶ
- καὶ στεροπαὶ γεγάασιν ἀπʼ ὀμβροτόκων νεφελάων.
- καὶ πάλιν ἰθυτμῆτας ἑλὼν σπήλυγγας ἐναύλων
- στέρνα Διὸς μενέαινε βαλεῖν ἄτρωτα σιδήρῳ,
- καὶ σκοπιὴ Διὸς ἄντα τιταίνετο· χείλεϊ δʼ ἄκρῳ
- Ζεὺς ὀλίγου φύσησε, καὶ ὑψίκρημνον ἐοῦσαν
- λεπταλέον φύσημα παρέτραπε κυκλάδα πέτρην.
- χειρὶ δὲ δινήεντα λόφον νησαῖον ἀράξας
- εἰς ἐνοπὴν πολύδινος ἀνῃώρητο Τυφωεύς,
- καὶ Διὸς ἀρρήκτοιο κατηκόντιζε προσώπου·
- ἀλλʼ ὁ μὲν ἀντικέλευθον ἀλεύατο μάρμαρον αἰχμὴν