Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης,
- οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλʼ ὑπὲρ αὐτοῦ
- αἰθέρος ἵστατο δῆρις, ἔην δʼ ἐνὶ γούνασι Νίκης
- σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.
- Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
- αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς,
- καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
- εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
- ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
- αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
- συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί.
- καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
- φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ
- ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
- καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·
- ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ
- ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δʼ αὐχήν,
- ὑψινεφὴς δʼ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
- καἰ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
- αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.