Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
  2. ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
  3. ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
  4. Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος· ἀπροϊδὴς δὲ
  5. Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων
  6. χεῖρας ἑὰς ἐκόρυσσε τὸ δεύτερον ἠθάδι πυρσῷ
  7. καὶ νέφος ἔσκεπε Κάδμον ἀθηήτῳ παρὰ πέτρῃ,
  8. μὴ δόλον ἠπεροπῆα μαθὼν καὶ φῶρα κεραυνοῦ
  9. λάθριον ὑστερόμητις ἀποκτείνειε Τυφωεὺς
  10. βουκόλον ἀλλοπρόσαλλον· ὁ δὲ πλέον ἡδέι κέντρῳ
  11. ἤθελεν εἰσαΐειν φρενοθελγέα ῥυθμὸν ἀοιδῆς.
  12. ὡς δʼ ὅτε τις Σειρῆνος ἐπίκλοπον ὕμνον ἀκούων
  13. εἰς μόρον αὐτοκέλευστον ἀώριος εἵλκετο ναύτης,
  14. θελγόμενος μελέεσσι, καὶ οὐκέτι κῦμα χαράσσων
  15. γλαυκὸν ἀκυμάντοισιν ὕδωρ λεύκαινεν ἐρετμοῖς,
  16. ἀλλὰ λιγυφθόγγοιο πεσὼν ἐπὶ δίκτυα Μοίρης
  17. τέρπετο πηδαλίοιο λελασμένος, ἄστρον ἐάσας
  18. Πλειάδος ἑπταπόροιο καὶ ἄντυγα κυκλάδος Ἄρκτου·
  19. ὣς ὅ γε κερδαλέης δεδονημένος ἄσθμασι μολπῆς
  20. πηκτίδος ἡδὺ βέλεμνον ἐδέξατο πομπὸν ὀλέθρου.