Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ
  2. Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,
  3. μέλπων πάτριον ὕμνον, ὅτι ζαθέαις ἐν Ἀθήναις
  4. καὶ Κελεὸς ξείνισσε Βίου παμμήτορα Δηὼ
  5. Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,
  6. καί σφισι καρπὸν ὄπασσεν, ὅτε χθονὸς αὔλακα νίφων
  7. Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,
  8. καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ
  9. ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,
  10. ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ
  11. Τριπτολέμου Βαρὺ πένθος ἀπέσβεσε καὶ Μεταιείρης·
  12. οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ
  13. Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης
  14. ὤπασεν Εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,
  15. καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,
  16. υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,
  17. καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.
  18. τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ
  19. πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ
  20. ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.