Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου
  2. ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,
  3. οἶα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·
  4. καἰ μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,
  5. καὶ ποταμὸν ποίησεν ὁμώνυμον· εἰσέτι κείνου
  6. Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,
  7. καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἶά περ αἰεὶ
  8. ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.
  9. καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας
  10. Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην
  11. μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,
  12. Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ
  13. Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.
  14. μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,
  15. ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,
  16. καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων
  17. ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.
  18. εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.
  19. μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις·
  20. τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων