Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,
  2. χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ
  3. ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,
  4. Ἡφαίστου σοφὸν ἔρυον Ὀλύμπιον, ὅν ποτε Κύπρις
  5. ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·
  6. μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι
  7. ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ
  8. δῶκεν ἄναξ Ἀλύβης ξεινήιον οἰκία ναίων,
  9. ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου
  10. ἀργυρέοις ἀγκῶσι μέλας λευκαίνετο [*](λευκαίνετο MSS., λευκαίνεται Hermann.) κευθμών, [*](ἀγκών MSS. repeated from ἀγκῶσι, κώθων Ludwich: perhaps κευθμών.)
  11. τοῦ περὶ χείλεος ἄκρον ἐπʼ ὀμφαλόεντι [*](ἀμπελόεντι MSS., ὀμφαλόεντι Ludwich.) καρήνῳ [*](καρήνῳ MSS., Ludwich, κορύμβῳ Graefe, Marcellas, Koechly.)
  12. κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·
  13. τοῦτον ἄγων ἔστησε βαθυνομένῳ κενεῶνι
  14. ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,
  15. γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ
  16. ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.
  17. ἀλλʼ ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,
  18. ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·
  19. ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ
  20. νικήσας τροχαλοῖο ποδός κρίσιν, οὗτος ἑλέσθω