Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.
  2. κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων
  3. χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης
  4. ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δέ μετάλλων
  5. φαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·
  6. καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ
  7. λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.
  8. τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·
  9. καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς
  10. χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ
  11. πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·
  12. καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ
  13. ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.
  14. ἀμφιπόλους δʼ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,
  15. ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων
  16. δαιτρεύειν Σατύροισι βοοκραίρου Διονύσου.
  17. καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ
  18. δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ
  19. εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι
  20. καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·