Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
  2. δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
  3. ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
  4. ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
  5. καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
  6. ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύων
  7. ἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
  8. Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
  9. χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία διφρου
  10. ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
  11. θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,
  12. πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·
  13. καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,
  14. ἀμφιπερισκαίροντες ὀρίδρομον ἄρμα Λυαίου·
  15. πολλὴ δʼ ἔνθα καἰ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη
  16. δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καἰ πτύχα πέτρης
  17. στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,
  18. καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,
  19. μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,
  20. οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης