Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κτεῖνε δὲ Δηριάδην, ὡς ἔκτας Ἰνδὸν Ὀρόντην
  2. κήτεος εἰναλίοιο κακώτερον· ἀχνυμένην μὲν
  3. Περσεὺς Ἀνδρομέδην, σὺ δὲ ῥύεο μείζονι νίκῃ
  4. πικρὰ βιαζομένην ἀδίκων ὑπὸ νεύμασιν Ἰνδῶν
  5. παρθένον ἀστερόεσσαν, ὅπως ἕνα κῶμον ἀνάψω
  6. Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ.
  7. ὣς εἰπὼν παλίνορσος ἑῷ νόστησε μελάθρῳ
  8. ἁβρὸς ἄναξ. Βρομίου ξεινηδόκος· εἰσαΐων δὲ
  9. φθεγγομένου βασιλῆος ἐτέρπετο κέντορι μύθῳ
  10. θυρσομανὴς Διόνυσος, ἐβακχεύθη δὲ κυδοιμῷ
  11. οὔασι θελγομένοισι μόθον πατρῷον ἀκούων·
  12. καὶ Κρονίδην νείκεσσε, καὶ ἤθελε μείζονα νίκην
  13. ἐσσομένην τριτάτην, διδύμην μετὰ φύλοπιν Ἰνδῶν,
  14. ζῆλον ἔχων Κρονίδαο. Φερέσπονδον δὲ καλέσσας,
  15. οὐρανίου κήρυκος ἀπόσπορον, εἴκελον αὔραις,
  16. Ἰφθίμης σοφὸν υἷα, φίλῳ προσπτύξατο μύθῳ·
  17. ὦ τέκος Ἑρμάωνος, ἐμοὶ πεφιλημένε κῆρυξ,
  18. τοῦτο μολὼν ἄγγειλον ἀγήνορι Δηριαδῆι·
  19. κοίρανε, νόσφι μάχης ἢ δέχνυσο δῶρα Λυαίου,
  20. ἢ Βρομίῳ πολέμιζε καὶ ἔσσεαι ἶσος Ὀρόντῃ.