Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- χίλιοι ἑρπηστῆρες ἐχιδναίων ἀπὸ ταρσῶν
- ἰὸν ἐρευγομένων δολιχόσκιον· ἀμφὶ δὲ δειρὴν
- ἤνθεε πεντήκοντα καρήατα ποικίλα θηρῶν·
- καὶ τὰ μὲν ἐβρυχᾶτο λεοντείοισι καρήνοις
- Σφιγγὸς ἀσημάντοιο τύπῳ βλοσυροῖο προσώπου,
- ἄλλα δὲ καπρείων ἀνεκήκιεν ἀφρὸν ὀδόντων,
- συμφερτῇ δὲ φάλαγγι πολυσκυλάκων κεφαλάων
- Σκύλλης ἰσοτέλεστον ἔην μίμημα προσώπου·
- καὶ χροῒ μεσσατίῳ διφυὴς ἀνεφαίνετο νύμφη
- ἰοβόλοις κομόωσα δρακοντείοισι κορύμβοις·
- τῆς μὲν ἐπὶ στέρνοισιν ἐς ἀκροτάτην πτύχα μηρῶν
- κητείαις φολίδεσσι νόθη τρηχύνετο μορφὴ
- ὑψιτενής· ὄνυχες δὲ πολυσπερέων παλαμάων
- λοξὸν ἐδοχμώσαντο τύπον γαμψώνυχος ἅρπης·
- ἐξ ὑπάτου δὲ τένοντος ἀμαιμακέτων διὰ νώτων
- σκορπίος αὐτοέλικτος ἐπήορος αὐχένος οὐρῇ
- εἷρπε χαλαζήεντι τεθηγμένος ὀξέι κέντρῳ.
- τοίη ποικιλόμορφος ἕλιξ κουφίζετο Κάμπη,
- καὶ χθόνα δινεύουσα καὶ ἠέρα καὶ βυθὸν ἅλμης
- ἵπτατο κυανέων πτερύγων ἑτερόζυγι παλμῷ,