Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,
- οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ
- ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,
- γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.
- καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκα
- Βακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσεν ἐέρση·
- ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,
- οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·
- καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
- ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
- ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ
- πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις
- θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.
- καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ
- βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
- καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι
- ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ
- μιτρώσας στεφανηδόν· ἐπʼ ἴχνεσι δʼ ἴχνος ἀμείβων
- ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,
- δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·