Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
- ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη
- Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,
- οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου,
- καὶ θρασὺν Ἰνδὸν Ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.
- καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων
- ὄργιά τʼ ἀμπελόεντα καὶ Εὔια θύσθλα Λυαίου
- Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων
- κοίρανος Ἀσσυρίων ἀνεμώκεος ὑψόθι δίφρου
- ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.
- τὸν μέν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην
- πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων
- βότρυς ἀκερσικόμης ἀνεσείρασεν ἅρμα τοκῆος·
- καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου
- πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·
- καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,
- θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνων---
- καὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ·
- πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,
- πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.