Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βρόγγος, ἀδωμήτων ὀρεσίδρομος ἀστὸς ἐναύλων,
  2. γηγενέων ἀχάρακτον ὑπὸ κρηπῖδα θεμέθλων
  3. ναίων οἶκον ἄοικον· ἐυφροσύνης δὲ δοτῆρα
  4. αἰγὸς ἀμελγομένης κεράσας χιονωπὸν ἐέρσην
  5. ξεινοδόκος γλαγόεντι ποτῷ μειλίξατο ποιμὴν
  6. εἴδασιν οὐτιδανοῖσι καὶ ἀγραύλοισι κυπέλλοις,
  7. καὶ μίαν εἰροπόκων ὀίω ἀνελύσατο μάνδρης,
  8. ὄφρά κε δαιτρεύσειε θυηπολίην Διονύσῳ·
  9. ἀλλὰ θεὸς κατέρυκε· γέρων δʼ ἐπεπείθετο Βάκχου
  10. νεύμασιν ἀτρέπτοισιν,ὄιν δʼ ἄψαυστον ἐάσας
  11. ποιμενίην τινὰ δαῖτα θελήμονι θῆκε Λυαίῳ,
  12. τεύχων δεῖπνον ἄδειπνον ἀδαιτρεύτοιο τραπέζης,
  13. οἷα Κλεωναίοιο φατίζεται ἀμφὶ Μολόρκου
  14. κεῖνα, τά περ σπεύδοντι λεοντοφόνους ἐς ἀγῶνας
  15. ὥπλισεν Ἡρακλῆι· χύδην δʼ ἐπέβαλλε τραπέζῃ
  16. εἰν ἁλὶ νηχομένης φθινοπωρίδος ἄνθος ἐλαίης
  17. Βρόγγος, ἔχων μίμημα φιλοστόργοιο νομῆος,
  18. πλεκτοῖς ἐν ταλάροις νεοπηγέα τυρὸν ἀείρων,
  19. ἰκμαλέον, τροχόεντα· θεὸς δʼ ἐγέλασσε δοκεύων
  20. ἀγρονόμων λιτὰ δεῖπνα, φιλοξείνῳ δὲ νομῆι