Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
  2. ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
  3. καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
  4. Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
  5. καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,
  6. ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
  7. Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
  8. καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
  9. χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δʼ ἅμα λαῷ
  10. κυανέων πόμπευεν ἐρύκων [*](Ludwich later retracted ἐρύκων and read Ἐρυθραίων ἑκὰς with g.) τηλόθεν Ἰνδῶν,
  11. κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
  12. Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
  13. ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·
  14. καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
  15. ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων·
  16. καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
  17. ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.