Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ χατέεις ποταμοῖο πιὼν Ἀχερούσιον ὕδωρ
  2. λοίγιον· ἀνδροφόνῳ δέ ῥόῳ καὶ χεύματι πικρῷ
  3. γαστέρα κυμαίνουσαν ἔχων ἐγκύμονα Μοίρης
  4. γεύεο Κωκυτοῖο, καὶ ἢν ἐθέλῃς, πίε Λήθην,
  5. Ἄρεος ὄφρα λάθοιο καὶ αἱμαλέοιο σιδήρου.
  6. ἔννεπε κερτομέων διερὸν νέκυν. οἰδαλέος δὲ
  7. κύμασιν ἀσταθέεσσιν ἐσύρετο νεκρὸς Ὀρόντης·
  8. καὶ ψυχροῖς μελέεσσι διαπλώοντα ῥεέθρῳ
  9. ἄπνοον ἠρεύγοντο νέκυν ποταμηίδες ὄχθαι.
  10. τὸν μὲν ἐταρχύσαντο καὶ ἔστενον αἴλινα Νύμφαι,
  11. νύμφαι Ἁμαδρυάδες, χρυσέης παρὰ πυθμένα δάφνης
  12. ἀμφὶ ῥοὰς ποταμοῖο, καὶ ἔγραφον ὑψόθι δέδρου·
  13. Βάκχον ἀτιμήσας στρατιῆς πρόμος ἐνθάδε κεῖται,
  14. αὐτοφόνῳ παλάμῃ δεδαϊγμένος Ἰνδὸς Ὀρόντης.
  15. οὐδέ μόθου τέλος ᾖεν ἀτερπέος· ἡμιτελὴς γὰρ
  16. ἦεν ἀγὼν καὶ δῆρις ἀνήνυτος· ὑψιφανὴς δὲ
  17. Ἰνδὸς Ἄρης ἀλάλαζε· παλιννόστῳ δὲ κυδοιμῷ
  18. Λυδὸν ἐρευγομένη μανιώδεος ὄγκον ἀτελῆς
  19. Βακχιὰς εἰς μόθον ἄλλον ἐκώμασε θυιὰς Ἐνυώ,
  20. δήιον ἀνδροφόνοισιν ἀκοντίζουσα κορύμβοις,