Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δαιμονίης ἄρρηκτον ἔχων βλάστημα κεραίης,
- ἀντιβίοις ἀτίνακτον· ὁ δὲ θρασὺς ἀντία Βάκχου
- ἠερίῃ βαρύδουπος ὁμοίιος Ἰνδὸς ἀέλλῃ
- δεύτερον ἠκόντιζεν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
- νεβρίδος ἁψαμένη μολίβου τύπον. ἀντιτύπου δὲ
- πέμπων οἴνοπα θύρσον ἐπὶ πλατὺν ὦμον Ὀρόντου
- Βάκχος ἑκὼν ἀφάμαρτεν· ἐπεγγελόων δὲ Λυαίου
- ἔγχεϊ κισσήεντι θεημάχος εἶπεν Ὀρόντης·
- οὗτος ὁ θῆλυν ὅμιλον ἐμαῖς στρατιῇσι κορύσσων,
- εἰ δύνασαι, πολέμιζε γυναικείῳ σέο θύρσῳ,
- εἰ δύνασαι, προμάχιζε· καί, εἰ μερόπων φρένα τέρπεις
- πανδαμάτωρ, ἕνα μοῦνον ἀθελγέα θέλξον Ὀρόντην.
- ἵστασο δηριόων, καὶ γνώσεαι, οἷον ἀέξει
- ὄρχαμον ἀλκήεντα γέρων ἐμὸς Ἰνδός Ὑδάσπης.
- οὐ Φρυγίης γενόμην, ὅθεν ἄρσενές εἰσι γυναῖκες,
- ἄσπορον ἀμήσαντες ἀνυμφεύτου στάχυν ἥβης·
- οὐ θεράπων ἀσίδηρος ἀνάλκιδός εἰμι Λυαίου.
- φάρμακα σοὺς προμάχους οὐ ῥύσεται· ὑμετέρας δὲ
- θυιάδας ἀμφιπόλους ληίσσομαι, ἐκ δὲ κυδοιμοῦ
- Σειληνοὺς θεράποντας ἐμῷ βασιλῆι κομίσσω,