Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χάλκεον ἔγχος ἔχοντι τί μοι ῥέξειε κορύμβοις
  2. Λυδὸς ἀκοντίζων δρυόεν βέλος; ἀλλὰ μαχητὴν
  3. σφιγγόμενον βαρύδεσμον ἀνάλκιδα τοῦτον ἐρύσσω
  4. θηλυμανῆ Διόνυσον, ὀπάονα Δηριαδῆος·
  5. οὗτος ὁ θῆλυν ἔχων ἁπαλὸν χρόα, πάντας ἐάσας
  6. Ἰνδοὺς τοσσατίους ἑνὶ μάρναο μοῦνον Ὀρόντῃ.
  7. ἡδὺς ὁ δινεύων κεχαλασμένα βόστρυχα χαίτης,
  8. ἡδὺς ὁ Βασσαρίδων ἐρόεις πρόμος· ἀλλὰ καὶ αὐταὶ
  9. κάλλεϊ τοξεύουσι καὶ οὐ βελέεσσι γυναῖκες.
  10. σὰς προπόλους Ἰνδοῖσι γυναιμανέεσσι συνάψω
  11. ἑλκομένας ἐπὶ λέκτρα δορικτήτων ὑμεναίων.
  12. ὣς εἰπὼν προμάχοισιν ἐπέδραμε θερμὸς Ὀρόντης,
  13. Ἄρεος ἀμώων διφυὲς θέρος· οὐδέ τις ἔτλη
  14. τοσσατίου προμάχοιο μένειν ἀντίξοον ὁρμήν,
  15. οὐ θρασὺς Εὐρυμέδων πυρόεις, οὐ σύγγονος Ἄλκων·
  16. φεῦγε γὰρ Ἀστραῖος, Σατύρων πρόμος, οὐδέ τις αὐτῶν
  17. Σειληνῶν παρέμιμνεν. ἀελλήεντι δὲ ταρσῷ
  18. γαμβρὸς ἐριπτοίητος ἐμαίνετο Δηριαδῆος
  19. ἀντία Κενταύρων ἀνεμώδεα λᾶον ἀείρων,
  20. καὶ τύχεν Ὑλαίοιο· δασυστέρνου δὲ νομῆος