Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σφιγγομένης ἐρύουσα θελήμονα βόστρυχα χαίτης.
  2. οὐ μὲν ἐρητύσω ποτὲ παρθένον, ὡς κοτέων δὲ
  3. δεξιτερὴν σφίγγουσαν ἀφειδέι χειρὶ πιέζω
  4. δάκτυλα φοινίσσοντα λαβὼν γαμψώνυχι δεσμῷ,
  5. Κυπριδίου καμάτοιο παρήγορα· παρθενικὴ γὰρ
  6. κάλλος ὅλον σύλησεν Ὀλύμπιον. ἵλαθι, Κέρνη·
  7. Ἀστακὶς ἐβλάστησε νέη ῥοδοδάκτυλος Ἠώς,
  8. ἄλλη ἀνηέξητο φαεσφόρος· ὁπλοτέρη γὰρ
  9. ἔμπεδον εἶδος ἔχουσα πέλει Νίκαια Σελήνη.
  10. ἤθελον ἱμείρων πολυδαίδαλον εἶδος ἀμεῖψαι·
  11. εἰ μὴ ἐρητύει με σέβας πατρώιον αἰδοῦς,
  12. καί κεν ἐγὼ Τυρίοιο διʼ ὕδατος ὑγροπόρος βοῦς
  13. ἄβροχον ἐν πελάγεσσιν ἐμὴν Νίκαιαν ἀείρων
  14. ἔπλεον, Εὐρώπης ἅτε νυμφίος, ὡς ἀέκων δἐ
  15. νῶτον ἐμὸν δονέεσκον, ὀρινομένης ἵνα κούρης
  16. δεξιτερὴ πάνλευκος ἐμῆς δράξαιτο κεραίης.
  17. ἤθελον, εἰ γενόμην πτερόεις πόσις, ὄφρα χορεύσω
  18. κουφίζων ἀτίνακτον ὑπὲρ νώτοιο γυναῖκα,
  19. ὡς Κρονίδης Αἴγιναν, ὅπως μετὰ λέκτρα τελέσσω
  20. αἰετὸν ὄρνεον ἄλλο γαμοστόλον ἄστρον Ἐρώτων.