Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ζῆλον ἔχων καὶ ἔρωτα [*](δυσέρωτα Graefe, ἐς ἔρωτα Koechly.) τελεσσιγάμοιο Λυαίου.
  2. καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς
  3. ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.
  4. νύμφη δʼ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,
  5. ὕπνῳ [*](Ὕπνῳ for Ὕμνῳ, H. J. R. This misprint was corrected also by Maas. See Critical Introduction.) χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,
  6. ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ
  7. ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,
  8. καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου
  9. ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην
  10. νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,
  11. κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν
  12. μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.
  13. καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ
  14. μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·
  15. ὤμοι παρθενίης, τήν ἥρπασεν Εὔιον ὕδωρ·
  16. ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·
  17. ὤμοι παρθενίης, τήν ἥρπασε Βάκχος ἀλήτης.
  18. ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.
  19. νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ
  20. ὕπνος, Ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην.