Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Φοίβῳ καὶ Ζεφύρῳ καὶ Κύπριδι καὶ Διονύσῳ.
  2. ληιδίην δʼ ὀπάσαιμι γονὴν μελανόχροον Ἰνδῶν
  3. παστάδος ὑμετέρης θαλαμηπόλον· ἀλλὰ τί φύτλην
  4. κυανέην ὀνόμηνα τεῆς νυμφοστόλον εὐνῆς;
  5. νυκτὶ μελαγχλαίνῳ πότε μίσγεται ἀργέτις Ἠώς;
  6. Ἀστακὶς ὁπλοτέρη πέλες Ἄρτεμις· ἀλλὰ καὶ αὐτὸς [*](αὐτὸς MSS., αὐτὰς Ludwich.)
  7. δμωίδας ἑξήκοντα χορίτιδας εἰς σὲ κομίσσω,
  8. ὄφρα χορὸν νήριθμον ὀπάονα σεῖο τελέσσω,
  9. ἀμφιπόλοις ἰσόμετρον ὀρειάδος ἰοχεαίρης,
  10. εἴκελον Ὠκεανοῖο θυγατράσι, μή σοι ἐρίζῃ
  11. Ἄρτεμις ἀγρώσσουσα, καὶ εἰ πέλε δεσπότις ἄγρης.
  12. σοὶ Χάριτας ζαθέοιο χαρίζομαι Ὀρχομενοῖο
  13. ἀμφιπόλους, ἐμὰ τέκνα μεταστήσας Ἀφροδίτης.
  14. ἀλλὰ πόθῳ φρένα θέλξον ἀθελγέα, καί σε δεχέσθω
  15. θηροσύνης μετὰ μόχθον ἐμὸν λέχος, ὄφρα φανείης
  16. Ἄρτεμις ἐν σκοπέλοισι καὶ ἐν θαλάμοις Ἀφροδίτη.
  17. τίς φθόνος, ἀγρώσσειν σε σὺν ἀγρώσσοντι Λυαίῳ;
  18. εἰ δὲ μόθου λάχες οἶστρον, ἅτε κλυτότοξος Ἀμαζών
  19. ἵξεαι Ἰνδῴην ἐπὶ φύλοπιν, ὅφρά κεν εἴης
  20. πειθὼ νόσφι μόθοιο καί, ὁππότε δῆρις, Ἀθήνη.