Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἕκτῳ καὶ δεκάτῳ γαμίην Νίκαιαν ἀείδω, εὐνέτιν ὑπνώουσαν ἀκοιμήτου Διονύσου.
  2. οὐδὲ φόνος νήποινος ἔην κινυροῖο νομῆος,
  3. ἀλλὰ λαβὼν ἑὰ τόξα καὶ ἱμερόεν βέλος ἕλκων
  4. θοῦρος Ἔρως ἀίδηλος ἐθωρήχθη Διονύσῳ
  5. ἑζομένῳ παρὰ χεῖλος ἐυκροκάλου ποταμοῖο.
  6. καὶ ταχινὴ Νίκαια, μετὰ δρόμον ἠθάδος ἄγρης
  7. ἄσχετον ἱδρώουσα φιλοσκοπέλων ἀπὸ μόχθων,
  8. γυμνὸν ὀρεσσιχύτοισι δέμας φαίδρυνε λοετροῖς.
  9. οὐ μὲν Ἔρως δήθυνεν ἑκηβόλος· ἀμφὶ δὲ νευρῇ
  10. ἀκροφανῆ πώγωνα βαλὼν πτερόεντος ὀιστοῦ
  11. τόξον ἑὸν κύκλωσεν, ἐρωμανέος δὲ Λυαίου
  12. ἐν κραδίῃ κατέπηξεν ὅλον βέλος. ἐν δὲ ῥεέθροις
  13. νηχομένην Διόνυσος ἰδὼν γυμνόχροα κούρην
  14. ἡδυμανῆ πυρόεντι νόον δεδόνητο βελέμνῳ.
  15. ἤιε δʼ ἔνθα καὶ ἔνθα, λαγωβόλος ὁππόθι κούρη,
  16. πῇ μὲν ὀπιπεύων ἑλικώδεα βόστρυχα χαίτης
  17. εἰς δρόμον ἱεμένης δεδονημένα κυκλάσιν αὔραις,
  18. πῇ δὲ παρελκομένων πλοκάμων στίλβοντα δοκεύων
  19. αὐχένα γυμνωθέντα, σέλας πέμποντα Σελήνης·
  20. καὶ Σατύρων ἀμέλησε καὶ οὐκέτι τέρπετο Βάκχαις·