Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐξαπίνης γὰρ
  2. ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,
  3. δυσμενέος δʼ ἤιξε κατʼ αὐχένος, ἀμφὶ δὲ δειρῇ
  4. οὐραίαις ἑλίκεσσιν ἀνέπλεκε κυκλάδα μίτρην·
  5. ταρβαλέοις δὲ πόδεσσι φυγὼν μελανόχροος ἀνὴρ
  6. θερμὸν ἀνυμφεύτων ἀπεσείσατο κέντρον Ἐρώτων,
  7. αὐχένιον φορέων ὀφιώδεος ὁρμὸν ἀκάνθης.
  8. ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτρεχον Ἰνδοί,
  9. τόφρα δὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖλον ἑλίξας
  10. ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
  11. εὔνασε δʼ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,
  12. Πασιθέης γενετῆρι χαριζόμενος Διονύσῳ·
  13. ὧν ὁ μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ
  14. ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,
  15. ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,
  16. νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,
  17. ἠματίοις δʼ ὀάριζε νοοπλανέεσσιν ὀνείροις
  18. ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·
  19. πρηνὴς δʼ ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν
  20. χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·