Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀστακίδες μέμψαντο Κυβηλίδος ἤθεα νύμφης,
  2. αἴλινα δʼ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ
  3. Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.
  4. καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης
  5. τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
  6. παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.
  7. ὄμμασι δʼ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων
  8. Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστενε Ῥείη,
  9. μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
  10. ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.
  11. καὶ δρύες ἐφθέγξαντο· τί σοι τόσον ἤλιτε βούτης;
  12. μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.
  13. ἔδρακε δʼ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,
  14. ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,
  15. καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
  16. μέμψατο δʼ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ
  17. ὕμνον ἐποικτείροντος ἐλείβετο δάκρυα ταύρου,
  18. καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς
  19. ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·
  20. Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.