Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·
  2. αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
  3. ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.
  4. ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
  5. μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.
  6. παρθενικὴ δʼ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·
  7. Ἡδὺς ὁ συρίζων Παφίης μέλος ὑμέτερος Πάν·
  8. πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
  9. ἆ πόσα Δάφνις ἄειδεν ὁ βουκόλος· ἀμφὶ δὲ μολπῇ
  10. παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
  11. ποιμενίης φεύγουσα βοῆς μέλος. ἆ πόσα Φοίβου
  12. ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.
  13. ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
  14. αὐτὰρ ὁ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
  15. μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
  16. πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·
  17. Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ
  18. κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,
  19. οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
  20. ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω