Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης
  2. νήματος ἀσκητοῖο φιλαίτερον· οὔ ποτε τόξῳ
  3. ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
  4. δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
  5. ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
  6. γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
  7. πολλάκι δʼ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
  8. μέμφετο δʼ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
  9. στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
  10. οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
  11. οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
  12. ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
  13. ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
  14. κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
  15. πολλάκι δʼ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
  16. πορδαλίων σχεδὸν ἧστο, μιῇ δʼ ὑπὸ κοιλάδι πέτρῃ
  17. μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·
  18. ἡ δὲ γαληναίῃσιν ὑπʼ ὀφρύσι μειλιχίη θὴρ
  19. ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
  20. καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ