Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ
- αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
- ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
- ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
- δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
- στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·
- ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
- χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
- καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
- καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
- Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
- καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
- Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
- Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
- τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
- δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
- δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
- ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
- θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
- ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων·