Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης,
  2. Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,
  3. δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ
  4. πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης
  5. Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,
  6. υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης
  7. χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ
  8. ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,
  9. ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.
  10. τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη·
  11. ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων
  12. ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.
  13. Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ
  14. χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι
  15. ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
  16. καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,
  17. καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
  18. καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος
  19. πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,
  20. Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς