Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,
- Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
- ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
- ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,
- καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τʼ ἐνὶ βήσσαις
- διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
- ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
- καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
- Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,
- Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
- αἰεὶ δʼ ἀλλοδαποῖσι παρʼ ἀνδράσι δάκρυα λείβων
- μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
- Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
- ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
- Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
- κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
- καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
- εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
- καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
- καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας