Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,
  2. μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,
  3. γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,
  4. ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,
  5. τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·
  6. στῆθι, τάλαν· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ
  7. ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ
  8. ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,
  9. γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·
  10. οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
  11. αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην
  12. γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
  13. ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
  14. καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
  15. ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
  16. καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ
  17. ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,
  18. οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.
  19. ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
  20. τοὺς δὲ λίγα κροτέοντας ὑπʼ εὐρύθμῳ χθόνα ταρσῷ