Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,
  2. οἵ τε δόμους ἐδάσαντο παρʼ ὀφρυόεντι Πελώρῳ,
  3. καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,
  4. καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει
  5. στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,
  6. πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου
  7. ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,
  8. θερμὸν ἔχων ψυχροῖο διʼ ὕδατος ἁπτόμενον πῦρ.
  9. τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσας
  10. Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,
  11. τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,
  12. σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ
  13. ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.
  14. καὶ Λίβυες στρατόωντο παρʼ Ἑσπέριον κλίμα γαίης
  15. ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·
  16. κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις
  17. εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην
  18. σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν
  19. γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,
  20. ἣν Χάριν ἀντονόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ