Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι.
  2. καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.
  3. Κρήτης δʼ ἡγεμόνευε πολυγλώσσων ναετήρων
  4. Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
  5. ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
  6. λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης
  7. Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·
  8. ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
  9. ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
  10. πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
  11. Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ
  12. πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
  13. οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δʼ ἀπὸ Λύκτου
  14. Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ
  15. ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
  16. καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου---
  17. καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
  18. καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
  19. τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ
  20. θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην