Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν·
  2. ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων
  3. αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ
  4. οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι
  5. μή πω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου·
  6. Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ
  7. ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων
  8. βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν·
  9. Δελφύνην δʼ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·
  10. οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
  11. νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανόν, ὄρχαμος ἄστρων,
  12. εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου
  13. Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.
  14. καὶ σὺ μετʼ Ἀπόλλωνα, μεθʼ Ἑρμάωνα, μογήσας
  15. μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.
  16. ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη
  17. παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην
  18. Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,
  19. φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
  20. καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ