Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,
  2. Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα—,
  3. οἳ λάχον Οἰνώης γόνιμον πέδον, οἵ τε καρήνων
  4. γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους
  5. καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,
  6. οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,
  7. ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,
  8. καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,
  9. οἵ τʼ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,
  10. μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
  11. Τριπτολέμου γεγαῶτες ἀφʼ αἵματος, ὅς ποτε Δηοῦς
  12. δίφρον ἐχιδνήεντα διʼ ἠέρος ἡνιοχεύων
  13. στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·
  14. καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων
  15. παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·
  16. καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ
  17. σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων
  18. εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,
  19. ἐσσυμένων δʼ ἐς Ἄρηα λιμὴν ἤχησε Φαληρεύς·
  20. καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην