Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.
- τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη
- ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ
- πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου
- εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων
- ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων
- ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,
- σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,
- ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ
- Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·
- καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην
- φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.
- ἀλλʼ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην
- καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν Ἐνυὼ
- ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
- γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη,
- πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω
- δενδρείην γονόεσσαν ἀναπτύξασα λοχείην
- ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,
- καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς