Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων
  2. μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου
  3. θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ.
  4. καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου
  5. καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,
  6. δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,
  7. καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου·
  8. ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ,
  9. φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης·
  10. καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου
  11. κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην·
  12. ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν
  13. ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην,
  14. καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης
  15. εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,
  16. εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς
  17. ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ
  18. ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,
  19. καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ,
  20. εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.