Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης,
- καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,
- βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,
- πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.
- καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων
- οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα·
- καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας
- πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,
- εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ
- Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης
- ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.
- καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου
- θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης·
- λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων
- τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,
- βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,
- τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.
- καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν
- λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ
- δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων