Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,
  2. οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.
  3. εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης·
  4. σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,
  5. ὅττι τεᾷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ
  6. ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ
  7. εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,
  8. ἤ τεκέων φθιμένων ἤ μητέρος ἤ γενετῆρος
  9. ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,
  10. στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.
  11. Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου·
  12. πᾶσιν ἐμοῖς μελέεσσιν ἐγῶ σέο πῶμα κεράσσω.
  13. ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ
  14. εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,
  15. ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·
  16. ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ
  17. χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,
  18. δμωίδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,
  19. εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ
  20. ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ