Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παιδὸς Ἀμυκλαίοιο τεὸς νεὸς νέος εὖχος ἐλέγξει·
  2. εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,
  3. καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει
  4. ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης,
  5. χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·
  6. εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ,
  7. φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.
  8. Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,
  9. ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου
  10. τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ
  11. καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ·
  12. Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.
  13. ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.
  14. καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ·
  15. καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων
  16. ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν,
  17. καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ
  18. γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν
  19. ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,
  20. βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ