Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης,
  2. ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας
  3. ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.
  4. ἀλλʼ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,
  5. δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ
  6. ποιητῇ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν
  7. ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ,
  8. ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή·
  9. κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη
  10. θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ·
  11. Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην,
  12. καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ,
  13. γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης,
  14. καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.
  15. τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη·
  16. τερπομένη δʼ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα
  17. εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο
  18. ἱπποσύνῃ Φαέθοντος ὁμόδρομος.—οὐ δὲ Λυαίῳ
  19. φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης
  20. μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ