Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
- ὣς αἱ μὲν δυτικοῖο παρʼ ὀφρύσιν Ὠκεανοῖο
- ἠελίου γονόεντος ἐναυτίλλοντο μελάθροις.
- τῇσι δὲ νισσομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ
- θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ
- ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.
- αἱ δὲ φερεζώοιο παρʼ ὄμμασιν Ἡνιοχῆος
- κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας
- ἠερόθεν νόστησε· πυριγλήνου δʼ ἐλατῆρος
- φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου
- θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
- γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας
- μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων·
- πῶλοι δʼ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας
- μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.
- θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου
- ἱπτάμεναι [*](θυγατέρες ἱπτάμεναι MSS., θυγάτερας ἱπταμένας Ludwich.) στεφανηδὸν ἀτειρέος Ἡνιοχῆος
- τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,
- δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,
- μυστιπόλοι Λυκάβαντος ἀμοιβάδες· ὠγυγίῳ γὰρ