Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
  2. ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.
  3. τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
  4. θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
  5. καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
  6. ἠιθέου διὰ πότμον ἀώριον.—ἀσταθέος δὲ
  7. θυγατέρες Λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
  8. εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·
  9. ὧν ἡ μὲν νιφόεντι κατάσκιον ἀμφὶ προσώπῳ
  10. λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
  11. ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
  12. καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
  13. ὀμβροτόκον κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
  14. καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
  15. στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·
  16. ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
  17. ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
  18. εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
  19. ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
  20. ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν