Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠιθέῳ δʼ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων
  2. κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων·
  3. καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,
  4. καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,
  5. ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν Ἀήτης,
  6. καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ
  7. οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.
  8. καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας
  9. ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς·
  10. καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας
  11. ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
  12. Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν Ἀήτης;
  13. ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν
  14. εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ
  15. φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.
  16. οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων
  17. καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν Ἀήτης,
  18. καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,
  19. ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.
  20. οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,