Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω·
  2. οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον· ἀλλὰ σὺ μοῦνος
  3. χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.
  4. ὣς εἰπὼν πεφόρητο δτʼ ὕδατος· ἐκ δαπέδου δὲ
  5. ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ·
  6. καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπʼ ἄκρου
  7. νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.
  8. καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα
  9. ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις
  10. στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων
  11. ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,
  12. πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,
  13. πῇ δὲ παραΐσσων πεφυλαγμένος, ὅσσον ἐάσῃ
  14. ἄμπελον ἀγχικέλευθον ὁμήλυδα γείτονι Βάκχῳ·
  15. ἄλλοτε κυκλώσας παλάμας, ἅτε κύματι κάμνων,
  16. ὑγροπόρῳ ταχύγουνος ἑκούσιος ὤπασε νίκην.
  17. καὶ ποταμοῦ μετὰ χεῦμα μετήιεν ἔνδια λόχμης
  18. ἄμπελος αὐχένα γαῦρον ἔχων ποταμηίδι νίκῃ.
  19. καὶ πλοκάμους μίτρωσεν ἐχιδνήεντι κορύμβῳ
  20. φρικτὸν ἔχων μίμημα δρακοντοκόμοιο Λυαίου·