Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,
  2. ἑρπύζων δʼ ἀίδηλος, ὑπὸ χθόνα λοξὸς ὁδίτης,
  3. ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,
  4. ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.
  5. τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠίθεος δὲ
  6. ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,
  7. ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ·
  8. εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,
  9. καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,
  10. φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας
  11. ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν·
  12. οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ
  13. νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη·
  14. ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς
  15. εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,
  16. Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,
  17. καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.
  18. τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,
  19. κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης
  20. γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.