Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μειλιχίων ἀδόνητος ἐμάστιες ἅρμα δρακόντων.
- οὐκέτι σὺν Σατύροισιν ἐποίνιον ὕμνον ἀείδεις,
- οὐκέτι Βασσαρίδεσσι φιλοκροτάλοισι κελεύεις,
- οὐκέτι θηρεύοντι συναγρώσσεις Διονύσῳ.
- ὤμοι, ὅτʼ οὐκ Ἀίδης πέλεν ἤπιος, οὐδʼ ἐπὶ νεκρῷ
- δέχνυται ἀγλαὰ δῶρα βαθυπλούτοιο μετάλλου,
- ἄμπελον ὄφρα θανόντα πάλιν ζώοντα τελέσσω·
- ὤμοι, ὅτʼ οὐκ Ἀίδης ποτὲ πείθεται· ἢν δʼ ἐθελήσῃ,
- ὄλβον ὅλον στίλβοντα χαρίζομαι Ἠριδανοῖο
- δένδρεα συλήσας ποταμήια, μαρμαρέην δὲ
- ἄξομαι ἀστράπτουσαν Ἐρυθραίην λίθον Ἰνδῶν
- ἀφνειῆς τʼ Ἀλύβης ὅλον ἄργυρον, ἀντὶ δὲ νεκροῦ
- παιδὸς ἐμοῦ χρύσειον ὅλον Πακτωλὸν ὀπάσσω.
- ὣς εἰπὼν στενάχιζε νέκυν γλυκύν· ἐν δὲ κονίῃ
- κείμενον εἰσορόων πάλιν ἴαχε πενθάδι φωνῇ·
- Ζεῦ πάτερ, εἰ φιλέεις με, καὶ εἰ πόνον οἶδας ἐρώτων,
- ἄμπελον αὐδήεντα τίθει πάλιν εἰς μίαν ὥρην,
- ὑστάτιον καὶ μοῦνον ὅπως ἕνα μῦθον ἐνίψῃ·
- τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;
- οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,