Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
  2. γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
  3. δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·
  4. καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
  5. εὐχαίτην ἅτε πῶλον, ἐὸν μάστιζε φορῆα.
  6. καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·
  7. Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
  8. ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.
  9. τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
  10. καὶ φθονερῆς σκοπίαζε διʼ ἠέρος ὄμμα Σελήνης
  11. Αμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
  12. καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ
  13. ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
  14. δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
  15. καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
  16. ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
  17. ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·
  18. Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·
  19. μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
  20. πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.